Δικαιόπολις
ὥρα 'στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
καί μοι βαδιστέ᾽ ἐστὶν ὡς Εὐριπίδην.
395παῖ παῖ.
Δικαιόπολις
ἔνδον ἔστ᾽ Εὐριπίδης;
Κηφισόφων
οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
Δικαιόπολις
πῶς ἔνδον εἶτ᾽ οὐκ ἔνδον;
Κηφισόφων
ὀρθῶς ὦ γέρον.
ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
οὐκ ἔνδον, αὐτὸς δ᾽ ἔνδον ἀναβάδην ποιεῖ
400τραγῳδίαν.
Δικαιόπολις
ὦ τρισμακάρι᾽ Εὐριπίδη,
ὅθ᾽ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
ἐκκάλεσον αὐτόν.
Δικαιόπολις
ἀλλ᾽ ὅμως:
οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν.
Εὐριπίδη, Εὐριπίδιον,
405ὑπάκουσον, εἴπερ τώποτ᾽ ἀνθρώπων τινί:
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.