Δικαιόπολις
ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
Χορός
τήνελλα δῆτ᾽, εἴπερ καλεῖς γ᾽, ὦ πρέσβυ, καλλίνικος.
Δικαιόπολις
καὶ πρός γ᾽ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
Χορός
1230τήνελλά νυν ὦ γεννάδα: χώρει λαβὼν τὸν ἀσκόν.
Δικαιόπολις
ἕπεσθέ νυν ᾁδοντες ὦ τήνελλα καλλίνικος.
Χορός
ἀλλ᾽ ἑψόμεσθα σὴν χάριν
τήνελλα καλλίνικος ᾁδοντες
σὲ καὶ τὸν ἀσκόν.