Δικαιόπολις
ὡς ἀποκτενῶ, κέκραχθ᾽: ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
Χορός
ἀπολεῖς ἄρ᾽ ὁμήλικα τόνδε φιλανθρακέα;
Δικαιόπολις
οὐδ᾽ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
Χορός
ἀλλὰ γὰρ νῦν λέγ᾽, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος:
340ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
Δικαιόπολις
τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
Χορός
οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
Δικαιόπολις
ἀλλ᾽ ὅπως μὴ ν᾽ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορός
ἐκσέσεισται χαμᾶζ᾽: οὐχ ὁρᾷς σειόμενον;
345ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.