Χορός
ταῦτα πῶς εἰκότα, γέροντ᾽ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
ἄνδρ᾽ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
εἶτα Μαραθῶνι μὲν ὅτ᾽ ἦμεν ἐδιώκομεν,
700νῦν δ᾽ ὑπ᾽ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;