Δικαιόπολις
Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
Χορός
285σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.
Δικαιόπολις
ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
Χορός
τοῦτ᾽ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
290ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ᾽ ἀποβλέπειν.
Δικαιόπολις
ἀντὶ δ᾽ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα᾽ ἀκούσατε.
Χορός
295σοῦ γ᾽ ἀκούσωμεν; ἀπολεῖ: κατά σε χώσομεν τοῖς λίθοις.
Δικαιόπολις
μηδαμῶς πρὶν ἄν γ᾽ ἀκούσητ᾽: ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθοί.
Χορός
οὐκ ἀνασχήσομαι: μηδὲ λέγε μοι σὺ λόγον:
300ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
κατατεμῶ ποθ᾽ ἱππεῦσι καττύματα.