Ἑρμῆς
νὴ Δία: ἀλλ᾽ ἀκούσωμεν ὅ τι καὶ λέγει.
[p. 90]
Γυνή
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δ᾽ εἴπῃ.
Ἑρμῆς
οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον.
Γυνή
ξεινοδόκον κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ.
Ἀνήρ
περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα
ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην.
Γυνή
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο, οὔτε ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ, Θερσίτ᾽ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν.
Δεσπότης
α Εἰκότως τῷ καταράτῳ ^ τὰ ἔπη.
[p. 92] Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ
χίμαιρα ' δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ^ ὁρμήν.