Χορός
ἔνδησον ὦ βέλτιστε τῷ
930ξένῳ καλῶς τὴν ἐμπολὴν
οὕτως ὅπως
ἂν μὴ θέρων κατάξῃ.
Δικαιόπολις
ἐμοὶ μελήσει ταῦτ᾽, ἐπεί
τοι καὶ ψοφεῖ λάλον τι καὶ
πυρορραγὲς
κἄλλως θεοῖσιν ἐχθρόν.
Χορός
935τί χρήσεταί ποτ᾽ αὐτῷ;
Δικαιόπολις
πάγχρηστον ἄγγος ἔσται,
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
φαίνειν ὑπευθύνους λυχνοῦχος
καὶ κύλιξ—
καὶ πράγματ᾽ ἐγκυκᾶσθαι.