previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρέσβυς

65ἐπέμψαθ᾽ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
ἐπ᾽ Εὐθυμένους ἄρχοντος.

Δικαιόπολις
οἴμοι τῶν δραχμῶν.

Πρέσβυς

καὶ δῆτ᾽ ἐτρυχόμεσθα διὰ Καϋστρίων
πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
70ἐφ᾽ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
ἀπολλύμενοι.

Δικαιόπολις
σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

Πρέσβυς

ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
75ἄκρατον οἶνον ἡδύν.

Δικαιόπολις
Κραναὰ πόλις
ἆρ᾽ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

Πρέσβυς

οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

Δικαιόπολις

ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

Πρέσβυς

80ἔτει τετάρτῳ δ᾽ ἐς τὰ βασίλει᾽ ἤλθομεν:
ἀλλ᾽ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

Δικαιόπολις

πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

Πρέσβυς

τῇ πανσελήνῳ: κᾆτ᾽ ἀπῆλθεν οἴκαδε.
85εἶτ᾽ ἐξένιζε: παρετίθει δ᾽ ἡμῖν ὅλους
ἐκ κριβάνου βοῦς.

Δικαιόπολις
καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

Πρέσβυς

καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν: ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.

Δικαιόπολις

90ταῦτ᾽ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

Πρέσβυς

καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
τὸν βασιλέως ὀφθαλμόν.

Δικαιόπολις
ἐκκόψειέ γε
κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

Κῆρυξ

βασιλέως ὀφθαλμός.

Δικαιόπολις
ὦναξ Ἡράκλεις.
95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
ἄσκωμ᾽ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

Πρέσβυς

ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ᾽ ἀπέπεμψεν φράσον
λέξοντ᾽ Ἀθηναίοισιν Ψευδαρτάβα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: