previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δικαιόπολις

τί δ᾽ ἐσθίει μάλιστα;

Μεγαρεύς
πάνθ᾽ κα διδῷς.
αὐτὸς δ᾽ ἐρώτη.

Δικαιόπολις
χοῖρε χοῖρε.

Κόρα
κοῒ κοΐ.

Δικαιόπολις

τρώγοις ἂν ἐρεβίνθους;

Κόρα
κοῒ κοῒ κοΐ.

Δικαιόπολις

τί δαί; φιβάλεως ἰσχάδας;

Κόρα
κοῒ κοΐ.

Δικαιόπολις

τί δαὶ σύ; τρώγοις ἄν;

Κόρα
κοῒ κοῒ κοΐ.

Δικαιόπολις

ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
805ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
οἷον ῥοθιάζουσ᾽ πολυτίμηθ᾽ Ἡράκλεις.
ποδαπὰ τὰ χοιρί᾽; ὡς Τραγασαῖα φαίνεται.

Μεγαρεύς

ἀλλ᾽ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
810ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.

Δικαιόπολις

νὴ τὸν Δί᾽ ἀστείω γε τὼ βοσκήματε:
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

Μεγαρεύς

τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
τὸ δ᾽ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

Δικαιόπολις

815ὠνήσομαί σοι: περίμεν᾽ αὐτοῦ.

Μεγαρεύς
ταῦτα δή.
Ἑρμᾶ 'μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
οὕτω μ᾽ ἀποδόσθαι τάν τ᾽ ἐμωυτῶ τ᾽ ἐμωυτῶ ματέρα.

Συκοφάντης

ὦνθρωπε ποδαπός;

Μεγαρεύς
χοιροπώλας Μεγαρικός.

Συκοφάντης

τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
820πολέμια καὶ σέ.

Μεγαρεύς
τοῦτ᾽ ἐκεῖν᾽, ἵκει πάλιν
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.

Συκοφάντης

κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

Μεγαρεύς

Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.

Δικαιόπολις

ὑπὸ τοῦ; τίς φαίνων σ᾽ ἐστίν; ἁγορανόμοι,
825τοὺς συκοφάντας οὐ θύραζ᾽ ἐξείρξετε;
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

Συκοφάντης

οὐ γὰρ φανῶ τοὺς πολεμίους;

Δικαιόπολις
κλάων γε σύ,
εἰ μὴ 'τέρωσε συκοφαντήσεις τρέχων.

Μεγαρεύς

οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ᾽ ἔνι.

Δικαιόπολις

830θάρρει Μεγαρίκ᾽: ἀλλ᾽ ἧς τὰ χοιρίδι᾽ ἀπέδου
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
καὶ χαῖρε πόλλ᾽.

Μεγαρεύς
ἀλλ᾽ ἁμὶν οὐκ ἐπιχώριον.

Δικαιόπολις

πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ᾽ ἐμοί.

Μεγαρεύς

χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
835παίειν ἐφ᾽ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: