φέρ᾽ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
καθῆσθ᾽ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ:
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
545τριακοσίας ναῦς, ἦν δ᾽ ἂν ἡ πόλις πλέα
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
550σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων:
τὸ νεώριον δ᾽ αὖ κωπέων πλατουμένων,
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
555ταῦτ᾽ οἶδ᾽ ὅτι ἂν ἐδρᾶτε: τὸν δὲ Τήλεφον
οὐκ οἰόμεσθα; νοῦς ἄρ᾽ ἡμῖν οὐκ ἔνι.