Δικαιόπολις
ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
ὁ δ᾽ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
ἀμέλει μὰ τὸν Δί᾽ οὐκ ἐνασπιδώσομαι,
λέξω δ᾽ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
370καίτοι δέδοικα πολλά: τούς τε γὰρ τρόπους
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα:
κἀνταῦθα λανθάνουσ᾽ ἀπεμπολώμενοι:
375τῶν τ᾽ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
αὐτός τ᾽ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
εἰσελκύσας γάρ μ᾽ ἐς τὸ βουλευτήριον
380διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
κἀκυκλοβόρει κἄπλυνεν, ὥστ᾽ ὀλίγου πάνυ
ἀπωλόμην μολυνοπραγμονούμενος.
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.