Χορός
σοῦ δ᾽ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
Δικαιόπολις
305ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
τῶν δ᾽ ἐμῶν σπονδῶν ἀκούσατ᾽, εἰ καλῶς ἐσπεισάμην.
Χορός
πῶς δέ γ᾽ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ᾽ ἅπαξ
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ᾽ ὅρκος μένει;
Δικαιόπολις
οἶδ᾽ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
310οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
Χορός
οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτ᾽ ἐγώ σου φείσομαι;
Δικαιόπολις
οὐχ ἁπάντων, οὐχ ἁπάντων: ἀλλ᾽ ἐγὼ λέγων ὁδὶ
πόλλ᾽ ἂν ἀποφήναιμ᾽ ἐκείνους ἔσθ᾽ ἃ κἀδικουμένους.
Χορός
315τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
Δικαιόπολις
κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
ὑπὲρ ἐπιξήνου 'θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
Χορός
εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
320μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
Δικαιόπολις
οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
οὐκ ἀκούσεσθ᾽; οὐκ ἀκούσεσθ᾽ ἐτεὸν ὦχαρνηίδαι;
Δικαιόπολις
δεινά τἄρα πείσομαι.
Δικαιόπολις
μηδαμῶς ὦχαρνικοί.
Δικαιόπολις
δήξομἄρ᾽ ὑμᾶς ἐγώ.
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους:
ὡς ἔχω γ᾽ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορός
εἰπέ μοι, τί τοῦτ᾽ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
330τῶν παρόντων ἔνδον εἵρξας; ἢ 'πὶ τῷ θρασύνεται;
Δικαιόπολις
βάλλετ᾽ εἰ βούλεσθ᾽. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
εἴσομαι δ᾽ ὑμῶν τάχ᾽ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
ὡς ἀπωλόμεσθ᾽. ὁ λάρκος δημότης ὅδ᾽ ἔστ᾽ ἐμός.
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις: μηδαμῶς ὦ μηδαμῶς.