Λάμαχος
ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
1205ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
Δικαιόπολις
*
ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
Λάμαχος
1210τάλας ἐγὼ ξυμβολῆς βαρείας.
Δικαιόπολις
τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
Δικαιόπολις
ἀλλ᾽ οὐχὶ νυνὶ τήμερον Παιώνια.
Λάμαχος
λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1215προσλάβεσθ᾽ ὦ φίλοι.
Δικαιόπολις
ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
προσλάβεσθ᾽ ὦ φίλαι.
Λάμαχος
εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
καὶ σκοτοδινιῶ.
Δικαιόπολις
1220κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
καὶ σκοτοβινιῶ
Λάμαχος
θύραζέ μ᾽ ἐξενέγκατ᾽ ἐς τοῦ Πιττάλου
παιωνίαισι χερσίν.
Δικαιόπολις
ὡς τοὺς κριτάς με φέρετε: ποῦ 'στιν ὁ βασιλεύς;
1225ἀπόδοτέ μοι τὸν ἀσκόν.
Λάμαχος
λόγχη τις ἐμπέπηγέ μοι δι᾽ ὀστέων ὀδυρτά.