Δικαιόπολις
1095καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
Λάμαχος
παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
Δικαιόπολις
παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
Λάμαχος
ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
Δικαιόπολις
1100ἐμοὶ δὲ τεμάχη: κρομμύοις γὰρ ἄχθομαι.
Λάμαχος
θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
Δικαιόπολις
κἀμοὶ σὺ δημοῦ θρῖον: ὀπρήσω δ᾽ ἐκεῖ.
Λάμαχος
ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ᾽ τοῦ κράνους.
Δικαιόπολις
ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
Λάμαχος
1105καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
Δικαιόπολις
καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
Λάμαχος
ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
Δικαιόπολις
ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
Λάμαχος
τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
Δικαιόπολις
1110κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
Λάμαχος
ἀλλ᾽ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
Δικαιόπολις
ἀλλ᾽ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
Λάμαχος
ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
Δικαιόπολις
οὐκ ἀλλ᾽ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
1115βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;
Δικαιόπολις
τὰς ἀκρίδας κρίνει πολύ.
Λάμαχος
παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ᾽ ἔξω φέρε.
Δικαιόπολις
παῖ παῖ σὺ δ᾽ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
Λάμαχος
1120φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
ἔχ᾽, ἀντέχου παῖ.
Δικαιόπολις
καὶ σὺ παῖ τοῦδ᾽ ἀντέχου.
Λάμαχος
τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
Δικαιόπολις
καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
Λάμαχος
φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
Δικαιόπολις
1125κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
Λάμαχος
ταῦτ᾽ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
Δικαιόπολις
ταῦτ᾽ οὐ πλακοῦς δῆτ᾽ ἐστὶν ἀνθρώποις γλυκύς;
Λάμαχος
κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
ἐνορῶ γέροντα δειλίας φευξούμενον.
Δικαιόπολις
1130κατάχει σὺ τὸ μέλι. κἀνθάδ᾽ ἔνδηλος γέρων
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
Λάμαχος
φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
Δικαιόπολις
ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
Λάμαχος
ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
Δικαιόπολις
1135ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
Λάμαχος
τὰ στρώματ᾽ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
Δικαιόπολις
τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
Λάμαχος
ἐγὼ δ᾽ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
Δικαιόπολις
ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
Λάμαχος
1140τὴν ἀσπίδ᾽ αἴρου καὶ βάδιζ᾽ ὦ παῖ λαβών.
νείφει. βαβαιάξ: χειμέρια τὰ πράγματα.
Δικαιόπολις
αἴρου τὸ δεῖπνον: συμποτικὰ τὰ πράγματα.