next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δικαιόπολις

ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα:
δ᾽ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
φέρ᾽ ἴδω, τί δ᾽ ἥσθην ἄξιον χαιρηδόνος;
5ἐγᾦδ᾽ ἐφ᾽ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
ταῦθ᾽ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
διὰ τοῦτο τοὔργον: ἄξιον γὰρ Ἑλλάδι.
ἀλλ᾽ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
10ὅτε δὴ 'κεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
δ᾽ ἀνεῖπεν, εἴσαγ᾽ Θέογνι τὸν χορόν.
πῶς τοῦτ᾽ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
ἀλλ᾽ ἕτερον ἥσθην, ἡνίκ᾽ ἐπὶ Μόσχῳ ποτὲ
Δεξίθεος εἰσῆλθ᾽ ᾀσόμενος Βοιώτιον.
15τῆτες δ᾽ ἀπέθανον καὶ διεστράφην ἰδών,
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
ἀλλ᾽ οὐδεπώποτ᾽ ἐξ ὅτου 'γὼ ῥύπτομαι
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
ὡς νῦν, ὁπότ᾽ οὔσης κυρίας ἐκκλησίας
20ἑωθινῆς ἔρημος πνὺξ αὑτηί,
οἱ δ᾽ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
οὐδ᾽ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ᾽ ἀωρίαν
ἥκοντες, εἶτα δ᾽ ὠστιοῦνται πῶς δοκεῖς
25ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
ἁθρόοι καταρρέοντες: εἰρήνη δ᾽ ὅπως
ἔσται προτιμῶσ᾽ οὐδέν: πόλις πόλις.
ἐγὼ δ᾽ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
νοστῶν κάθημαι: κᾆτ᾽ ἐπειδὰν μόνος,
30στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
στυγῶν μὲν ἄστυ τὸν δ᾽ ἐμὸν δῆμον ποθῶν,
ὃς οὐδεπώποτ᾽ εἶπεν, ἄνθρακας πρίω,
35οὐκ ὄξος οὐκ ἔλαιον, οὐδ᾽ ᾔδειπρίω,’
ἀλλ᾽ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
40ἀλλ᾽ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
οὐκ ἠγόρευον; τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ 'λεγον:
ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: