[7] μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης [p. 229] καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥς2τε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν), ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ᾽ αὐτοῦ: ἀλλ᾽ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν, καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ: ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον [8] κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατ᾽ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον): ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετ᾽ αὐτῇ τὸ διθύραμβον: ὃ νῦν ἂν ᾐδέσθην [p. 230] ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δ᾽ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς: ὥς2τ᾽ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.
[9] παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι, ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ᾽ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον ...
” [13] ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλ᾽ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς [p. 231] θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥς2τε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα [14] ἀλλ᾽ ὁμολογεῖν. καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ δι᾽ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις: “ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως: ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλ᾽ ἐκ τῶν πλείστων [15] καὶ εὐτυχηθέντων ἐξετάζειν”. καὶ μετ᾽ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί: “ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν: ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι [16] ἐστὶν ἀναγκαῖον”. οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους: σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπ᾽ αὐτοῦ. καὶ καθ᾽ ἓν [p. 232] τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρ᾽ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως τῶν λόγων εἰς τὸ κενὸν καὶ ἀηδές, παρ᾽ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.