This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
μιᾶς δ᾽ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν
οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις
ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει: ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα: ἡ δὲ
Θουκυδίδου διάθεσις αὐθέκαστός τις καὶ πικρὰ καὶ
τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ
ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ
κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ
ὥς2περ ἠναγκασμένος. [p. 239]
@Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν
Ἡροδότου διὰ ταῦτα Θουκυδίδης: κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δ᾽ ἴσος. ἐρῶ
δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.