This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ἐπίσης κατωρθῶσθαι. εἰ δὲ τοῦτ᾽ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς,
ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς
ἀναγνωσομένους: ὡς δὲ καὶ κράτιστος πάντων τῶν
πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους: πολλὰ γὰρ τῶν καθ᾽ αὑτὰ
φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ
τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε
καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.