This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες
οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν
μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ᾽ ἀμφοτέρους
τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν.
πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο
καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας: τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως
ἀγαθοῦ καὶ εὐδαίμονος: καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων: καὶ
τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ
Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ
τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.