This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας. Ἡρόδοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ
μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν
καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων [p. 238]
τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν,
τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα
προσαναλαμβάνων, τὰ δ᾽ ὡς χαριεστέραν ποιήσοντα
τὴν διήγησιν ἐπεισάγων: διεξελθών τε πράξεις Ἑλλήνων τε καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ
εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παραγράψας ** τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέσπασε τὴν διήγησιν: ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν
ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα,
τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.