This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
[16]
ἐστὶν ἀναγκαῖον”. οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους:
σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς
ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης
φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη
κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπ᾽ αὐτοῦ. καὶ καθ᾽ ἓν [p. 232]
τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρ᾽
ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως τῶν λόγων
εἰς τὸ κενὸν καὶ ἀηδές, παρ᾽ ᾧ δὲ οὐδέποτε ἢ σπανίως
γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.