previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] τιμωρίαν λήγει. δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφ᾽ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν: ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖνκαὶ ταῦτα [p. 235] οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλ᾽ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ τῶν ἄλλων τιμῶν ἀξιοῦντες): καὶ οὕτω γε φθονερῶς, ὥς2τε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλ᾽ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξενὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτ᾽ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: