previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, [p. 292] τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, περὶ ἡμᾶς ἐστιν ἀμφότερα: καὶ ὅτι οὐ κενὸς κόμπος παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ. τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον. ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφ᾽ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ὑπ᾽ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δ᾽ οὐδέτερα. [10] πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν: μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων. ἕνα δὲ ὑπολαμβάνων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: