previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδ᾽ ἀφανῆ μνημεῖα μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν. [2] τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον. ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι [p. 154] δοθησομένην. τὸ δὲ τῶν Οἰνώτρων γένος Ἀρκαδικὸν ἦν ἐκ τῆς τότε μὲν καλουμένης Λυκαονίας, νῦν δὲ Ἀρκαδίας, ἑκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνονος ἡγουμένου τῆς ἀποικίας Οἰνώτρου τοῦ Λυκάονος, [3] ἐφ᾽ οὗ τὴν ἐπίκλησιν τὸ ἔθνος ἔλαβεν. Ἀβοριγίνων δὲ κατεχόντων τὰ χωρία πρῶτοι μὲν αὐτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλάνητες ἐκ τῆς τότε μὲν καλουμένης Αἱμονίας, νῦν δὲ Θετταλίας, ἐν χρόνον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: