previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[p. 269] ἐτράφητε ὁμοῦ καὶ παιδείας ἐτύχετε κοινῆς καὶ θεοῖς ἐπὶ τῶν αὐτῶν βωμῶν ἐθύετε καὶ πολλῶν μὲν ἀγαθῶν ἀπολελαύκατε, πολλῶν δὲ κακῶν πεπείρασθε κοινῇ, ἐξ ὧν ἰσχυραὶ καὶ ἀδιάλυτοι πεφύκασι συγκεράννυσθαι πᾶσιν ἀνθρώποις φιλίαι: ἔπειτα δ᾽ περὶ τῶν μεγίστων κοινὸς ἅπασιν ὑπάρχων ἀγών. [2] εἰ γὰρ ὑποχείριοι γενήσεσθε τοῖς ἐχθροῖς, οὐχὶ τοῖς μὲν ὑμῶν ὑπάρξει μηδενὸς πειραθῆναι δεινοῦ, τοῖς δὲ τὰ ἔσχατα παθεῖν, ἀλλὰ τὸ μὲν ἀξίωμα καὶ τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν ἅπασιν ὁμοίως ἀπολωλεκέναι, καὶ μήτε γυναικῶν μήτε παίδων μήτ᾽ οὐσίας μήτ᾽ ἄλλου τινὸς ὧν ἔχετε ἀπολαύσειν ἀγαθῶν, τοῖς δ᾽ ἡγουμένοις τῆς πόλεως καὶ τὰ κοινὰ διοικοῦσι τὸν οἴκτιστον μόρον ἀποθανεῖν σὺν αἰκίαις καὶ βασάνοις. [3] ὅπου γὰρ οὐδὲν πεπονθότες ὑφ᾽ ἡμῶν κακὸν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: