previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν ὀλίγον ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. [4] διερχόμενον δ᾽ αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ φερόμενον τῶν φυλάκων τις καταμαθών ῾ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πιστευόμενοι πρὸς τοῦ βασιλέως ἐφρούρουν᾽ συλλαμβάνει τε καὶ τὸ κρυπτὸν τι δήποτ᾽ ἦν καταμαθεῖν ἀξιῶν, ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν τίς ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς ἐκφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς. [5] ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον καί τις αὐτῶν γνωρίζει τὴν σκάφην αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμὸν καὶ φράζει πρὸς τοὺς παρόντας. οἱ δὲ συλλαβόντες τὸν Φαιστύλον ἄγουσιν ἐπ᾽ αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα. [6] Ἀμόλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: