previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νόμιμον ἀρχὴν μηδεμίαν, ὥσπερ νῦν οὐκ ἔχετε. τοῖς γὰρ ἀνδράσι τούτοις παρελήλυθεν τῆς ἀρχῆς χρόνος, [6] καὶ τὰς ῥάβδους αὐτῶν νόμος ἀφῄρηται. ταῦτ᾽ ἔστιν παραινῶ πράττειν, πατέρες, ὑμῖν, καὶ συμφέροντα καὶ δυνατά. ἣν δὲ Κορνήλιος εἰσηγεῖται γνώμην, κατάλυσις ὁμολογουμένη τῆς ἀριστοκρατίας ὑμῶν ἐστιν. ἐὰν γὰρ ἅπαξ ὅπλων οἱ δέκα γένωνται κύριοι τῇδε τῇ προφάσει τοῦ πολέμου, δέδοικα μὴ καθ᾽ ἡμῶν αὐτοῖς χρήσωνται. οἱ γὰρ οὐκ ἀξιοῦντες ἀποθέσθαι τὰς ῥάβδους, που γε τὰ ὅπλα ἀποθήσονται; λογιζόμενοι δὴ ταῦτα φυλάττεσθε τοὺς ἀνθρώπους, καὶ πᾶσαν ἀπάτην αὐτῶν προβλέπετε. κρείττων γὰρ πρόνοια τῆς μεταμελείας καὶ τὸ μὴ πιστεύειν τοῖς πονηροῖς σωφρονέστερον τοῦ προπιστεύσαντας κατηγορεῖν.


ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετ᾽ ἐκεῖνον ἀνισταμένων [p. 146]ἦν δ᾽ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: