previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθ᾽ ὃν χρόνον ἔκαμνεν Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς: δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δ᾽ ἐξέβαλον. [2] ἀνθ᾽ ὧν τιμωρούμενος αὐτοὺς Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν. ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρ᾽ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις. [3] τρίτος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: