previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄξειν καθ᾽ ἕκαστον ἐνιαυτόν: ἔπειτα τῷ συνεδρίῳ τῆς γερουσίας ἀνενέγκας τὸν λόγον, ἐπειδὴ κἀκείνοις τὸ βούλευμα ἤρεσκεν, ἑορτὴν προεῖπε καὶ πανήγυριν ἄξειν Ποσειδῶνι καὶ περιήγγελλεν εἰς τὰς ἔγγιστα πόλεις καλῶν τοὺς βουλομένους ἀγορᾶς τε μεταλαμβάνειν καὶ ἀγώνων: καὶ γὰρ ἀγῶνας ἄξειν ἔμελλεν ἵππων τε καὶ ἀνδρῶν παντοδαπούς. [4] συνελθόντων δὲ [p. 197] πολλῶν ξένων εἰς τὴν ἑορτὴν γυναιξὶν ἅμα καὶ τέκνοις, ἐπειδὴ τάς τε θυσίας ἐπετέλεσε τῷ Ποσειδῶνι καὶ τοὺς ἀγῶνας, τῇ τελευταίᾳ τῶν ἡμερῶν, διαλύσειν ἔμελλε τὴν πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις, ἡνίκ᾽ ἂν αὐτὸς ἄρῃ τὸ σημεῖον ἁρπάζειν τὰς παρούσας ἐπὶ τὴν θέαν παρθένους, αἷς ἂν ἐπιτύχωσιν ἕκαστοι, καὶ φυλάττειν ἁγνὰς ἐκείνην τὴν νύκτα, τῇ δ᾽ [5] ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν. οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: