previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτου δ᾽ οἴομαι δεῖν ὑμᾶς ἄρξαι. πέμπετε οὖν πρέσβεις ὡς αὐτοὺς ἀπαιτοῦντες ἃς κατέχουσιν ὑμῶν πόλεις καὶ ὅσα τείχη ἐν τῇ ὑμετέρᾳ γῇ ἐνετειχίσαντο ἀξιοῦντες ἐκλιπεῖν, καὶ εἴ τι ἄλλο βίᾳ σφετερισάμενοι τῶν ὑμετέρων ἔχουσι πείθοντες ἀποδιδόναι. πολέμου δὲ μήπω ἄρχετε, πρὶν λαβεῖν τὰς παρ᾽ αὐτῶν ἀποκρίσεις. ἐὰν γὰρ ταῦτα ποιήσητε, δυεῖν ὧν βούλεσθε ὑπάρξει θάτερον ὑμῖν: τὰ ἑαυτῶν ἀπολήψεσθε ἄνευ κινδύνων καὶ δαπάνης, καλὴν καὶ δικαίαν πρόφασιν εἰληφότες ἔσεσθε τοῦ πολέμου. τὸ γὰρ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ἀλλὰ τὰ ἑαυτῶν ἀπαιτεῖν καὶ μὴ τυγχάνοντας τούτου πολεμεῖν, ἅπαντες ἂν ὁμολογήσουσιν εἶναι καλόν. [4] φέρε δή, τί ποιήσειν οἴεσθε Ῥωμαίους ταῦθ᾽ ὑμῶν προελομένων; πότερον ἀποδώσειν τὰ χωρία ὑμῖν; καὶ τί κωλύσει πάντων αὐτοὺς ἀποστῆναι τῶν ἀλλοτρίων; ἥξουσι γὰρ Αἰκανοί τε καὶ Ἀλβανοὶ καὶ Τυρρηνοὶ καὶ πολλοὶ ἄλλοι τὴν ἑαυτῶν ἕκαστοι γῆν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: