Τίμων
νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε.
Γναθωνίδης
ἀεὶ φιλοσκώμμων σύ γε. ἀλλὰ ποῦ τὸ συμπόσιον; ὡς καινὸν τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων.
Τίμων
καὶ μὴν ἐλεγεῖά γε ᾁσῃ μάλα περιπαθῶς ὑπὸ
ταύτῃ τῇ δικέλλῃ.
[p. 378]
Γναθωνίδης
τί τοῦτο; παίεις, ὦ Τίμων; μαρτύρομαι: ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος εἰς Ἄρειον πάγον.
Τίμων
καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα
προκεκλήσομαι.
Γναθωνίδης
μηδαμῶς: ἀλλὰ σύ γε πάντως τὸ τραῦμα
ἴασαι μικρὸν ἐπιπάσας τοῦ χρυσίου δεινῶς γὰρ
ἴσχαιμόν ἐστι τὸ φάρμακον.
Γναθωνίδης
ἄπειμι: σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος,