Ἑρμῆς
οὐκοῦν ἐπιβαίνωμεν ἤδη τῆς Ἀττικῆς: καί μοι
ἕπου ἐχόμενος τῆς χλαμύδος, ἄχρι ἂν πρὸς τὴν ἐσχατιὰν ἀφίκωμαι.
[p. 360]
Πλοῦτος
εὖ ποιεῖς, ὦ Ἑρμῆ, χειραγωγῶν ἐπεὶ ἤν γε ἀπολίπῃς με, Ὑπερβόλῳ τάχα ἢ Κλέωνι ἐμπεσοῦμαι περινοστῶν. ἀλλὰ τίς ὁ ψόφος οὗτός ἐστιν καθάπερ σιδήρου πρὸς λίθον;