Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
ἐχρῆν μὲν ἴσως καὶ μακρὰ εἰπεῖν πρὸς ^ οὕτω πολλὰ ὑπὸ σοῦ κατηγορηθέντα:
ὅμως δὲ ὅρα εἲ τί σε,
ὡς φῄς,
ἠδίκηκα,
ὃς τῶν μὲν ἡδίστων ἁπάντων
αἴτιός σοι κατέστην,
τιμῆς καὶ προεδρίας καὶ στεφάνων καὶ τῆς ἄλλης τρυφῆς,
περίβλεπτός τε καὶ ἀοίδιμος δι᾽ ἐμὲ ἦσθα καὶ περισπούδαστος:
εἰ δέ τι χαλεπὸν ἐκ τῶν κολάκων πέπονθας,
ἀναίτιος ἐγώ σοι:
μᾶλλον δὲ αὐτὸς ἠδίκημαι τοῦτο ὑπὸ σοῦ,
διότι
με οὕτως ἀτίμως ὑπέβαλες ἀνδράσι καταράτοις ἐπαινοῦσι καὶ καταγοητεύουσι καὶ πάντα τρόπον
ἐπιβουλεύουσί μοι:
καὶ τό γε τελευταῖον ἔφησθα,
ὡς προδέδωκά σε,
τοὐναντίον δ᾽ ἂν αὐτὸς
ἐγκαλέσαιμί σοι πάντα τρόπον ἀπελαθεὶς ὑπὸ σοῦ καὶ ἐπὶ κεφαλὴν ἐξωσθεὶς τῆς οἰκίας.
τοιγαροῦν ἀντὶ
μαλακῆς '
χλανίδος ταύτην τὴν διφθέραν ἡ τιμιωτάτη σοι Πενία περιτέθεικεν.
ὥστε μάρτυς ὁ Ἑρμῆς οὑτοσί,
πῶς ἱκέτευον τὸν Δία μηκέθ᾽ ἥκειν παρὰ σὲ οὕτως δυσμενῶς μοι προσενηνεγμένον:
Ἑρμῆς