Τίμων
πειστέον, ὦ Ἑρμῆ, καὶ αὖθις πλουτητέον. τι γὰρ ἂν καὶ πάθοι τις, ὁπότε ^ οἱ θεοὶ βιάζοιντο; πλὴν ὅρα γε εἰς οἷά με πράγματα ἐμβάλλεις τὸν κακοδαίμονα, ὃς ἄχρι νῦν εὐδαιμονέστατα διάγων χρυσὸν ἄφνω τοσοῦτον λήψομαι οὐδὲν ἀδικήσας καὶ τοσαύτας φροντίδας ἀναδέξομαι.