Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
. θᾶττον γοῦν τῶν ἐπιορκεῖν τις ἐπιχειρούντων
ἕωλον θρυαλλίδα φοβηθείη ἂν ἢ τὴν τοῦ πανδαμάτορος κεραυνοῦ φλόγα: οὕτω δαλόν τινα
ἐπανατείνεσθαι δοκεῖς αὐτοῖς, ὡς πῦρ μὲν ἢ καπνὸν ἀπ᾽ αὐτοῦ μὴ δεδιέναι, μόνον δὲ τοῦτο οἴεσθαι
ἀπολαύειν τοῦ τραύματος, ὅτι ἀναπλησθήσονται τῆς ἀσβόλου.
ὥστε ἤδη διὰ ταῦτά σοι καὶ ὁ Σαλμωνεὺς
ἀντιβροντᾶν ἐτόλμα, οὐ πάνυ τι ἀπίθανος ὤν, πρὸς
[p. 328]
οὕτω ψυχρὸν τὴν ὀργὴν Δία θερμουργὸς ἀνὴρ μεγαλαυχούμενος. πῶς γὰρ οὐ;^ ὅπου γε καθάπερ
ὑπὸ μανδραγόρᾳ καθεύδεις, ὃς οὔτε τῶν ἐπιορκούντων ἀκούεις οὔτε τοὺς ἀδικοῦντας ἐπισκοπεῖς,
λημᾷς δὲ καὶ ἀμβλυώττεις πρὸς τὰ γινόμενα καὶ
τὰ ὦτα ἐκκεκώφησαι καθάπερ οἱ παρηβηκότες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.