Τίμων
οὐδὲν ὑμῶν δέομαι: μὴ ἐνοχλεῖτέ μοι: ἱκανὸς ἐμοὶ πλοῦτος ἡ δίκελλα, τὰ δ᾽ ἄλλα
εὐδαιμονέστατός εἰμι μηδενός μοι πλησιάζοντος,
Ἑρμῆς
οὕτως, ὦ τάν, ἀπανθρώπως; τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε; καὶ μὴν εἰκὸς ἦν μισάνθρωπον μὲν εἶναί σε τοσαῦτα ὑπ᾽ αὐτῶν δεινὰ πεπονθότα, μισόθεον δὲ μηδαμῶς, οὕτως ἐπιμελουμένων σου τῶν θεῶν.