Πλοῦτος
οἴει γὰρ εὑρίσκειν με ... οἵτινές εἰσι; μὰ τὸν Δία οὐ πάνυ: οὐ γὰρ ἂν Ἀριστείδην καταλιπὼν
Ἱππονίκῳ καὶ Καλλίᾳ προσῄειν καὶ πολλοῖς ἄλλοις Ἀθηναίων οὐδὲ ὀβολοῦ ἀξίοις.
Ἑρμῆς
πλὴν ἀλλὰ τί πράττεις καταπεμφθείς;
Πλοῦτος
ἄνω καὶ κάτω πλανῶμαι, περινοστῶν ἄχρι ἂν λάθω τινὶ ἐμπεσών ὁ δέ, ὅστις ἂν πρῶτός μοι περιτύχῃ, ἀπαγαγὼν παρ᾽ αὑτὸν ἔχει, σὲ τὸν Ἑρμῆν ἐπὶ τῷ παραλόγῳ τοῦ κέρδους προσκυνῶν.