previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] προΐωμεν, Πλοῦτε. τί τοῦτο; ὑποσκάζεις; ἐλελήθεις με, γεννάδα, οὐ τυφλὸς μόνον ἀλλὰ καὶ χωλὸς ὤν [p. 348]

Πλοῦτος
οὐκ ἀεὶ τοῦτο, Ἑρμῆ, ἀλλ᾽ ὁπόταν μὲν ἀπίω παρά τινα πεμφθεὶς ὑπὸ τοῦ Διός, οὐκ οἶδ᾽ ὅπως βραδύς εἰμι καὶ χωλὸς ἀμφοτέροις, ὡς μόγις τελεῖν ἐπὶ τὸ τέρμα, προγηράσαντος ἐνίοτε τοῦ περιμένοντος, ὁπόταν δὲ ἀπαλλάττεσθαι δέῃ, πτηνὸν ὄψει, πολὺ τῶν ὀνείρων ὠκύτερον: ἅμα γοῦν ἔπεσεν ὕσπληγξ, κἀγὼ ἤδη ἀνακηρύττομαι νενικηκώς, ὑπερπηδήσας τὸ στάδιον οὐδὲ ἰδόντων ἐνίοτε τῶν θεατῶν.

Ἑρμῆς
οὐκ ἀληθῆ ταῦτα φῄς: ἐγὼ γέ τοι πολλοὺς ἂν εἰπεῖν ἔχοιμί σοι χθὲς μὲν οὐδὲ ὀβολὸν ὥστε πρίασθαι βρόχον ἐσχηκότας, ἄφνω δὲ τήμερον πλουσίους καὶ πολυτελεῖς ἐπὶ λευκοῦ ζεύγους ἐξελαύνοντας, οἷς οὐδὲ κἂν ὄνος ὑπῆρξε πώποτε. καὶ ὅμως πορφυροῖ καὶ χρυσόχειρες περιέρχονται οὐδ᾽ αὐτοὶ πιστεύοντες οἶμαι ὅτι μὴ ὄναρ πλουτοῦσιν.

Πλοῦτος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: