Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νέος δὲ ὢν Χαβρίᾳ προσέμιξεν ἑαυτὸν τῷ στρατηγῷ καὶ παρείπετο, πολλὰ μὲν εἰς ἐμπειρίαν τῶν πολεμικῶν ὠφελούμενος, ἔστι δὲ ἐν οἷς ἐπανορθούμενος τήν ἐκείνου φύσιν ἀνώμαλον οὖσαν καὶ ἄκρατον. νωθρὸς γὰρ ὢν ὁ Χαβρίας καὶ δυσκίνητος ἄλλως ἐν αὐτοῖς τοῖς ἀγῶσιν ὤργα καὶ διεπυροῦτο τῷ θυμῷ καὶ συνεξέπιπτε τοῖς θρασυτάτοις παραβολώτερον, ὥσπερ ἀμέλει καὶ κατέστρεψε τόν βίον ἐν Χίῳ πρῶτος εἰσελάσας τῇ τριήρει καὶ βιαζόμενος πρὸς τήν ἀπόβασιν.
[2]
ἀσφαλὴς οὖν ἅμα καὶ δραστήριος ὁ Φωκίων φαινόμενος τήν τε μέλλησιν ἀνεθέρμαινε τοῦ Χαβρίου, καὶ πάλιν ἀφῄρει τήν ἄκαιρον ὀξύτητα τῆς ὁρμῆς. ὅθεν εὐμενὴς ὢν ὁ Χαβρίας καὶ χρηστός, ἠγάπα καὶ προῆγεν αὐτὸν ἐπὶ πράξεις καὶ ἡγεμονίας, γνώριμον ποιῶν τοῖς Ἕλλησι, καὶ τὰ πλείστης ἄξια σπουδῆς ἐκείνῳ χρώμενος. κἀκ τῆς περὶ Νάξον ναυμαχίας ὄνομα καὶ δόξαν οὐ μικρὰν Φωκίωνι περιεποίησε: τοῦ γὰρ εὐωνύμου κέρως ἀπέδωκεν αὐτῷ τήν ἡγεμονίαν, καθ᾽ ὃ καὶ τήν μάχην ὀξεῖαν εἶχεν ὁ ἀγὼν καὶ κρίσιν ἐποίησε ταχεῖαν.
[3]
πρώτην οὖν ἐκείνην ναυμαχίαν
[p. 158]
ἡ πόλις αὐτὴ δι᾽ αὑτῆς ἀγωνισαμένη τοῖς Ἕλλησι μετὰ τήν ἅλωσιν, καὶ κατατυχοῦσα, τόν τε Χαβρίαν ὑπερηγάπησε καὶ τοῦ Φωκίωνος ὡς ἀνδρὸς ἡγεμονικοῦ λόγον ἔσχεν. ἐνίκων δὲ μεγάλοις μυστηρίοις: καὶ παρεῖχεν οἰνοχόημα Χαβρίας Ἀθηναίοις καθ᾽ ἕκαστον ἐνιαυτὸν τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.