Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἀλλ᾽ ὄντως ἔοικεν ἰσχυρά τις αὐτῷ περὶ τοῦ Νικάνορος ἐγγενέσθαι πίστις, ὅν γε πολλῶν προδιαβαλλόντων
[p. 220]
καὶ κατηγορούντων ἐπιτίθεσθαι τῷ Πειραιεῖ καὶ διαβιβάζειν εἰς Σαλαμῖνα ξένους καὶ διαφθείρειν τινὰς τῶν ἐν Πειραιεῖ κατοικούντων, οὐ προσήκατο τὸν λόγον οὐδ᾽ ἐπίστευσεν, ἀλλὰ καὶ Φιλομήλου τοῦ Λαμπτρέως ψήφισμα γράψαντος Ἀθηναίους ἅπαντας ἐν τοῖς ὅπλοις εἶναι καὶ τῷ στρατηγῷ Φωκίωνι προσέχειν, ἠμέλησεν, ἄχρι οὗ προσάγων ὁ Νικάνωρ ἐκ τῆς Μουνυχίας τὰ ὅπλα τὸν Πειραιᾶ περιετάφρευσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.