previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ γυναικῶν ἃς ἔγημε, περὶ τῆς προτέρας οὐθὲν ἱστορεῖται, πλὴν ὅτι Κηφισόδοτος ἦν πλάστης ἀδελφὸς αὐτῆς, τῆς δὲ δευτέρας οὐκ ἐλάττων ἐπὶ σωφροσύνῃ καί ἀφελείᾳ λόγος ἦν παρὰ τοῖς Ἀθηναίοις Φωκίωνος ἐπὶ χρηστότητι. [2] καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν. δὲ χορηγὸς Μελάνθιος ὠθῶν αὐτὸν εἰς τὸ μέσον ἐβόα: ‘τὴν Φωκίωνος οὐχ ὁρᾷς γυναῖκα προϊοῦσαν ἀεὶ μετὰ μιᾶς θεραπαινίδος, ἀλλ᾽ ἀλαζονεύῃ καί διαφθείρεις τὴν γυναικωνῖτιν;’ [3] ἐξακούστου δὲ τῆς φωνῆς γενομένης ἐδέξατο κρότῳ πολλῷ καί θορύβῳ τὸ θέατρον. αὐτὴ δὲ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, ‘ἐμοὶ δέ,’ ἔφη, ‘κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: