Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Ἀντίπατρος ἀποδείξας Πολυσπέρχοντα στρατηγόν, Κάσανδρον δὲ χιλίαρχον, ἐξέλιπεν, εὐθὺς διαναστὰς ὁ Κάσανδρος καὶ προκαταλαμβάνων τὰ πράγματα πέμπει κατὰ τάχος Νικάνορα τῷ Μενύλλῳ διάδοχον τῆς φρουραρχίας, πρὶν ἔκδηλον τὸν Ἀντιπάτρου θάνατον γενέσθαι κελεύσας τὴν Μουνυχίαν παραλαβεῖν.
[2]
γενομένου δὲ τούτου, καὶ μεθ᾽ ἡμέρας ὀλίγας πυθομένων τῶν Ἀθηναίων ὅτι τέθνηκεν ὁ Ἀντίπατρος, ἐν αἰτίαις ὁ Φωκίων ἦν καὶ κακῶς
ἤκουεν ὡς προαισθόμενος καὶ κατασιωπήσας χάριτι τοῦ Νικάνορος. ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐντυγχάνων δὲ τῷ Νικάνορι καὶ διαλεγόμενος εἴς τε τἆλλα τοῖς Ἀθηναίοις πρᾷον αὐτὸν καὶ κεχαρισμένον παρεῖχε, καὶ φιλοτιμίας τινὰς ἔπεισε καὶ δαπάνας ὑποστῆναι γενόμενον ἀγωνοθέτην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.