ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν πρῶτον μὲν ἀντεῖχε: καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, ‘ἀδίκως,’ εἶπεν, ‘ἂν ποιῶ τὸ συμφέρον ἂν δὲ παραβαίνω, δικαίως.’ [3] ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφ᾽ ἥβης πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, ‘οὐδέν,’ ἔφη, ‘δεινόν ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθ᾽ ὑμῶν.’ καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε: [p. 200]