previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς οὖν διαλύσαντες τὴν ἐκκλησίαν ἦγον εἷς τὸ δεσμωτήριον τοὺς ἄνδρας, οἱ μὲν ἄλλοι, περιπλεκομένων τῶν φίλων αὐτοῖς καὶ οἰκείων, ὀδυρόμενοι καὶ καταθρηνοῦντες ἐβάδιζον, τὸ δὲ Φωκίωνος πρόσωπον οἷον ὅτε στρατηγῶν ἀπ᾽ ἐκκλησίας προὐπέμπετο βλέποντες, ἐθαύμαζον τὴν ἀπάθειαν καὶ μεγαλοψυχίαν τοῦ ἀνδρός, [2] οἱ δὲ ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες εἷς δὲ καὶ προσέπτυσεν ἐξεναντίας προσελθών. ὅτε καὶ τὸν Φωκίωνα λέγεται βλέψαντα πρὸς τοὺς ἄρχοντας εἰπεῖνοὐ παύσει τις ἀσχημονοῦντα τοῦτον;’ ἐπεὶ δὲ Θούδιππος ἐν τῷ δεσμωτηρίῳ γενόμενος καὶ τὸ κώνειον ὁρῶν τριβόμενον ἠγανάκτει καὶ κατέκλαιε τὴν συμφοράν, ὡς οὐ προσηκόντως τῷ Φωκίωνι συναπολλύμενος, ‘εἶτα οὐκ ἀγαπᾷς,’ εἶπεν, ‘ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις;’ [3] ἐρομένου δέ τινος τῶν φίλων εἴ τι πρὸς Φῶκον λέγει τὸν υἱόν, ‘πάνυ [p. 230] μὲν οὖν,’ ἔφη: ‘λέγω μὴ μνησικακεῖν Ἀθηναίοις.’ τοῦ δὲ Νικοκλέους, ὃς ἦν αὐτῷ πιστότατος τῶν φίλων, παρακαλοῦντος ὅπως αὐτὸν ἐάσῃ τὸ φάρμακον πιεῖν πρότερον, ‘βαρὺ μέν,’ εἶπεν, ‘ Νικόκλεις, ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δὲ οὐδὲ ἄλλο οὐδέποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, [4] καὶ τοῦτο συγχωρῶπεπωκότων δὲ ἤδη πάντων τὸ φάρμακον ἐπέλιπε, καὶ δημόσιος οὐκ ἔφη τρίψειν ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δὲ γενομένου καὶ διατριβῆς Φωκίων καλέσας τινὰ τῶν φίλων, καὶ εἰπών εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν, ἐκέλευσε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: