previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πορθουμένης δὲ τῆς παραλίας ὑπὸ Μικίωνος συχνοῖς Μακεδόσι καὶ μισθοφόροις ἀποβεβηκότος εἷς Ῥαμνοῦντα καὶ κατατρέχοντος τὴν χώραν, ἐξήγαγε τοὺς Ἀθηναίους ἐπ᾽ αὐτόν, ὡς δὲ προστρέχοντες ἀλλαχόθεν ἄλλος διεστρατήγουν καὶ συνεβούλευον αὐτοῦ τὸν λόφον καταλαβεῖν, ἐκεῖ περιπέμψαι τοὺς ἱππέας, ἐνταῦθα παρεμβαλεῖν, ‘̣ Ηράκλεις,’ εἶπεν, ‘ὡς πολλοὺς ὁρῶ στρατηγούς, ὀλίγους δὲ στρατιώτας[2] ἐπεὶ δὲ παρατάξαντος αὐτοῦ τοὺς ὁπλίτας εἷς πολὺ πρὸ τῶν ἄλλων προῆλθεν, εἶτα δείσας ἀντιστάντος ἀνδρὸς πολεμίου πάλιν εἷς τὴν τάξιν ἀνεχώρησεν, ‘ μειράκιον,’ εἶπεν, ‘οὐκ αἰδῇ δύο τάξεις ἀπολελοιπώς, ἣν ἐτάχθης ὑπὸ τοῦ στρατηγοῦ καὶ πάλιν ἐφ᾽ ἣν σεαυτὸν ἔταξας;’ ἐμβαλὼν δὲ τοῖς πολεμίοις καὶ κατὰ κράτος τρεψάμενος, αὐτόν τε τὸν Μικίωνα καὶ πολλοὺς ἄλλους ἀπέκτεινε. [3] τὸ δὲ Ἑλληνικὸν ἐν Θετταλίᾳ στράτευμα, συμμίξαντος Ἀντιπάτρῳ Λεοννάτου καὶ τῶν ἐξ Ἀσίας Μακεδόνων, ἐνίκα μαχόμενον καὶ Λεοννάτος ἔπεσεν, ἡγουμένου τῆς μὲν φάλαγγος Ἀντιφίλου, τῶν δὲ ἱππέων τοῦ Θεσσαλοῦ Μένωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: