Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν
τούτῳ δὲ κατιδὼν ὁ τῶν Γαλατῶν βασιλεὺς καὶ τεκμηράμενος ἀπὸ τῶν συμβόλων ἄρχοντα τοῦτον εἶναι, πολὺ πρὸ τῶν ἄλλων ἐξελάσας τὸν ἵππον ὑπηντίασεν, ἅμα τῇ φωνῇ προκλητικὸν ἐπαλαλάζων καὶ τὸ δόρυ κραδαίνων, ἀνὴρ μεγέθει τε σώματος ἔξοχος Γαλατῶν, καὶ πανοπλίᾳ ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ βαφαῖς καὶ πᾶσι ποικίλμασιν,
ὥσπερ ἀστραπῇ, διαφέρων στιλβούσῃ.
[2]
ὡς
οὖν ἐπιβλέψαντι τὴν φάλαγγα τῷ Μαρκέλλῳ ταῦτα τῶν ὅπλων ἔδοξε κάλλιστα καὶ κατὰ τούτων ὑπέλαβε πεποιῆσθαι τῷ θεῷ τὴν κατευχήν, ὥρμησεν ἐπὶ τὸν ἄνδρα, καὶ τῷ δόρατι διακόψας τὸν θώρακα καὶ συνεπερείσας τῇ ῥύμῃ τοῦ ἵππου ζῶντα μὲν αὐτὸν περιέτρεψε, δευτέραν δὲ καὶ τρίτην πληγὴν ἐνεὶς εὐθὺς ἀπέκτεινεν.
[3]
ἀποπηδήσας δὲ τοῦ ἵππου, καὶ τῶν ὅπλων τοῦ νεκροῦ ταῖς χερσὶν ἐφαψάμενος, πρὸς τὸν οὐρανὸν εἶπεν: ‘ὦ μεγάλα στρατηγῶν καὶ ἡγεμόνων ἔργα καὶ πράξεις ἐπιβλέπων ἐν πολέμοις καὶ μάχαις Φερέτριε Ζεῦ, μαρτύρομαί σε Ῥωμαίων τρίτος ἄρχων ἄρχοντα καὶ βασιλέα στρατηγὸς ἰδίᾳ χειρὶ τόνδε τὸν ἄνδρα κατεργασάμενος καὶ Κτείνας σοὶ καθιεροῦν τὰ πρῶτα καὶ κάλλιστα τῶν λαφύρων, σὺ δὲ δίδου τύχην ὁμοίαν ἐπὶ τὰ λοιπὰ τοῦ πολέμου προτρεπομένοις.’
[4]
ἐκ τούτου συνέμισγον οἱ ἱππεῖς οὐ
[p. 452]
διακεκριμένοις τοῖς ἱππεῦσιν, ἀλλὰ καὶ πρὸς τοὺς πεζοὺς ὁμοῦ προσφερομένους μαχόμενοι, καὶ νικῶσι νίκην ἰδέᾳ τε καὶ τρόπῳ περιττὴν καὶ παράδοξον ἱππεῖς γὰρ ἱππεῖς καὶ πεζοὺς ἅμα τοσοῦτοι τοσούτους οὔτε πρότερον οὔτε ὕστερον νικῆσαι λέγονται, Κτείνας δὲ τοὺς πλείστους καὶ κρατήσας ὅπλων καὶ χρημάτων ἐπανῆλθε πρὸς τὸν συνάρχοντα μοχθηρῶς πολεμοῦντα Κελτοῖς περὶ πόλιν μεγίστην καὶ πολυανθρωποτάτην τῶν Γαλατικῶν.
[5]
Μεδιόλανον καλεῖται, καὶ μητρόπολιν αὐτὴν οἱ τῇδε Κελτοὶ νομίζουσιν: ὅθεν ἐκθύμως μαχόμενοι περὶ αὐτῆς ἀντεπολιόρκουν τὸν Κορνήλιον. ἐπελθόντος δὲ Μαρκέλλου, καὶ τῶν Γαισατῶν, ὡς ἐπύθοντο τὴν τοῦ βασιλέως ἧτταν καὶ τελευτήν, ἀπελθόντων, τὸ μὲν Μεδιόλανον ἁλίσκεται, τὰς δὲ ἄλλας πόλεις αὐτοὶ παραδιδόασιν οἱ Κελτοὶ καὶ τὰ καθ᾽ ἑαυτοὺς ἐπιτρέπουσι πάντα Ῥωμαίοις. καὶ τούτοις μὲν ἦν εἰρήνη μετρίων τυχοῦσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.