Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐ
γὰρ ἔστιν ἐν γεωμετρίᾳ χαλεπωτέρας καὶ βαρυτέρας
ὑποθέσεις ἐν ἁπλουστέροις λαβεῖν καὶ καθαρωτέροις
στοιχείοις γραφομένας, καὶ τοῦθ᾽ οἱ μὲν
εὐφυΐᾳ τοῦ ἀνδρὸς προσάπτουσιν, οἱ δὲ ὑπερβολῇ
τινι πόνου νομίζουσιν ἀπόνως πεποιημένῳ καὶ
ῥᾳδίως ἕκαστον ἐοικὸς γεγονέναι: ζητῶν μὲν γὰρ
οὐκ ἄν τις εὕροι δι᾽ αὐτοῦ τὴν ἀπόδειξιν, ἅμα δὲ
τῇ μαθήσει παρίσταται δόξα τοῦ κἂν αὐτὸν
εὑρεῖν οὕτω λείαν ὁδὸν ἄγει1 καὶ ταχεῖαν ἐπὶ τὸ δεικνύμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.