Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
βουλευομένοις δὲ ἔδοξεν αὐτοῖς ἔτι νυκτὸς, ἂν
δύνωνται, προσμῖξαι τοῖς τείχεσι: τοὺς γὰρ τόνους,
οἷς χρῆσθαι τὸν Ἀρχιμήδην, ῥύμην ἔχοντας
ὑπερπετεῖς ποιήσεσθαι τὰς τῶν βελῶν ἀφέσεις,
ἐγγύθεν δὲ καὶ τελέως ἀπράκτους εἶναι διάστημα
τῆς πληγῆς οὐκ ἐχούσης. ὁ δ᾽ ἦν, ὡς ἔοικεν, ἐπὶ
ταῦτα πάλαι παρεσκευασμένος ὀργάνων τε συμμέτρους
πρὸς πᾶν διάστημα κινήσεις καὶ βέλη
βραχέα, καὶ διὰ τὸ τεῖχος1 οὐ μεγάλων, πολλῶν
δὲ καὶ συνεχῶν τρημάτων ὄντων,2 οἱ σκορπίοι
βραχύτονοι μέν, ἐγγύθεν δὲ πλῆξαι παρεστήκεσαν ἀόρατοι τοῖς πολεμίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.