Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἠναγκάσθη δὲ ἀγορανομῶν δίκην ἀβούλητον εἰσενεγκεῖν. ἦν γὰρ αὐτῷ παῖς ὁμώνυμος ἐν ὥρᾳ, τὴν ὄψιν ἐκπρεπής, οὐχ ἧττον δὲ τῷ σωφρονεῖν καὶ πεπαιδεῦσθαι περίβλεπτος ὑπὸ τῶν πολιτῶν τούτῳ Καπετωλῖνος ὁ τοῦ Μαρκέλλου συνάρχων, ἀσελγὴς ἀνὴρ καὶ θρασύς, ἐρῶν λόγους προσήνεγκε. τοῦ δὲ παιδὸς τὸ μὲν πρῶτον αὐτοῦ καθ᾽ ἑαυτὸν ἀποτριψαμένου τὴν πεῖραν, ὡς δὲ αὖθις ἐπεχείρησε κατειπόντος πρὸς τὸν πατέρα, βαρέως ἐνεγκὼν ὁ Μάρκελλος προσήγγειλε τῇ βουλῇ τὸν ἄνθρωπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.