Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
διὸ καὶ δοκοῦσι τότε δεῖξαι τὰ νῶτα Ῥωμαίοις ὅσοι συνέβαλον
καὶ φυγὴν ἀπροφάσιστον φυγεῖν, ἀποβαλόντες
ἐξ ἑαυτῶν νεκροὺς μὲν γενομένους πεντακισχιλίους,
αἰχμαλώτους δὲ ἑξακοσίους,1 καὶ τῶν ἐλεφάντων
τέσσαρας μὲν πεσόντας, δύο δὲ ζωοὺς ἁλόντας. ὃ δ᾽ ἦν μέγιστον, ἡμέρᾳ τρίτῃ μετὰ τὴν μάχην ἱππεῖς Ἰβήρων καὶ Νομάδων μιγάδες αὐτομολοῦσιν ὑπὲρ τοὺς τριακοσίους, οὔπω πρότερον Ἀννίβα τοῦτο παθόντος, ἀλλ᾽ ἐκ ποικίλων καὶ πολυτρόπων συνηρμοσμένον ἐθνῶν
[p. 466]
βαρβαρικὸν στράτευμα πλεῖστον χρόνον ἐν μιᾷ γνώμῃ διαφυλάξαντος. οὗτοι μὲν οὖν πιστοὶ παρέμειναν εἰς ἅπαν αὐτῷ τε τῷ Μαρκέλλῳ καὶ τοῖς μετ᾽ αὐτὸν στρατηγοῖς.
1 αἰχμαλώτους δὲ ἑξακοσίους added to the text by Sintenis and Bekker, after Livy, xxiii. 46, 4.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.